Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.11 | Dem. 21.14 (English) | >>Dem. 21.16 |
21.12ὑμεῖς μὲν τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , πάντες εἰς τοσοῦτον ἀφῖχθε φιλανθρωπίας καὶ εὐσεβείας ὥστε καὶ τῶν πρότερον γεγενημένων ἀδικημάτων τὸ λαμβάνειν δίκην ἐπέσχετε ταύτας τὰς ἡμέρας · Μειδίας δʼ ἐν αὐταῖς ταύταις ταῖς ἡμέραις ἄξια τοῦ δοῦναι τὴν ἐσχάτην δίκην ποιῶν δειχθήσεται . βούλομαι δʼ ἕκαστον ἀπʼ ἀρχῆς ὧν πέπονθʼ ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν ἃς τὸ τελευταῖον προσενέτεινέ μοι · ἓν γὰρ οὐδέν ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται .
ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ , τρίτον ἔτος τουτί , παρούσης δὲ τῆς ἐκκλησίας ἐν ᾗ τὸν ἄρχοντʼ ἐπικληροῦν ὁ νόμος τοῖς χοροῖς τοὺς αὐλητὰς κελεύει , λόγων καὶ λοιδορίας γιγνομένης , καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς , τῶν δʼ ἐπιμελητῶν τοῦ ἄρχοντος , παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής , καὶ κληρουμένων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον ,
21.14ὑμεῖς μέν , ὦ ἄνδρες Ἀθηναῖοι , πάντες ἀμφότερʼ ὡς οἷόν τε μάλιστʼ ἀπεδέξασθε , τήν τʼ ἐπαγγελίαν τὴν ἐμὴν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης , καὶ θόρυβον καὶ κρότον τοιοῦτον ὡς ἂν ἐπαινοῦντές τε καὶ συνησθέντες ἐποιήσατε , Μειδίας δʼ οὑτοσὶ μόνος τῶν πάντων , ὡς ἔοικεν , ἠχθέσθη , καὶ παρηκολούθησε παρʼ ὅλην τὴν λῃτουργίαν ἐπηρεάζων μοι συνεχῶς καὶ μικρὰ καὶ μείζω .
21.13
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.11 | Dem. 21.14 (English) | >>Dem. 21.16 |